Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.10θ.3 | Hdt. 7.11.3 (English) | >>Hdt. 7.12.2 |
7.11.1
Ἀρτάβανος μὲν ταῦτα ἔλεξε , Ξέρξης δὲ θυμωθεὶς ἀμείβεται τοισίδε · “Ἀρτάβανε , πατρὸς εἶς τοῦ ἐμοῦ ἀδελφεός · τοῦτό σε ῥύσεται μηδένα ἄξιον μισθὸν λαβεῖν ἐπέων ματαίων . καί τοι ταύτην τὴν ἀτιμίην προστίθημι ἐόντι κακῷ καὶ ἀθύμῳ , μήτε συστρατεύεσθαι ἔμοιγε ἐπὶ τὴν Ἑλλάδα αὐτοῦ τε μένειν ἅμα τῇσι γυναιξί · ἐγὼ δὲ καὶ ἄνευ σέο ὅσα περ εἶπα ἐπιτελέα ποιήσω .
7.11.2 μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑστάσπεος τοῦ Ἀρσάμεος τοῦ Ἀριαράμνεω τοῦ Τεΐσπεος τοῦ Κύρου τοῦ Καμβύσεω τοῦ Τεΐσπεος τοῦ Ἀχαιμένεος γεγονώς , μὴ τιμωρησάμενος Ἀθηναίους , εὖ ἐπιστάμενος ὅτι εἰ ἡμεῖς ἡσυχίην ἄξομεν , ἀλλʼ οὐκ ἐκεῖνοι , ἀλλὰ καὶ μάλα στρατεύσονται ἐπὶ τὴν ἡμετέρην , εἰ χρὴ σταθμώσασθαι τοῖσι ὑπαργμένοισι ἐξ ἐκείνων , οἳ Σάρδις τε ἐνέπρησαν καὶ ἤλασαν ἐς τὴν Ἀσίην .
7.11.3 οὔκων ἐξαναχωρέειν οὐδετέροισι δυνατῶς ἔχει , ἀλλὰ ποιέειν ἢ παθεῖν πρόκειται ἀγών , ἵνα ἢ τάδε πάντα ὑπὸ Ἕλλησι ἢ ἐκεῖνα πάντα ὑπὸ Πέρσῃσι γένηται · τὸ γὰρ μέσον οὐδὲν τῆς ἔχθρης ἐστί .
7.11.4 καλὸν ὦν προπεπονθότας ἡμέας τιμωρέειν ἤδη γίνεται , ἵνα καὶ τὸ δεινὸν τὸ πείσομαι τοῦτο μάθω , ἐλάσας ἐπʼ ἄνδρας τούτους , τούς γε καὶ Πέλοψ ὁ Φρύξ , ἐὼν πατέρων τῶν ἐμῶν δοῦλος , κατεστρέψατο οὕτω ὡς καὶ ἐς τόδε αὐτοί τε ὥνθρωποι καὶ ἡ γῆ αὐτῶν ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.10θ.3 | Hdt. 7.11.3 (English) | >>Hdt. 7.12.2 |